[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος |
τοῦ Ξένωνος μηνὸς Ἡραίου, ἀπέ- | |
δοτο Πολύων Τιμοκλέος σῶμα ἀν- | |
δρεῖον ὧι ὄνομα Εὔτυχος, τιμᾶς ἀρ- | |
5 | γυρίου μνᾶν δυῶν. ἐλεύθερος δὲ ἔστω |
Εὔτυχος καὶ ἀνεφαπτος ἀπὸ πάντων, | |
καθὼς αὐτὸς ἐπίστευσε τῶι θεῶι τὰν ὠ- | |
νάν, ὥσστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ τον νόμον τᾶς πό- | |
10 | λιος· Καλλικλῆς. εἰ δέ τις ἐνάπτοιτο Εὐτύχου ἐπὶ |
καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέ- | |
ων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδι- | |
κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· Φίλων Ἀρι- | |
στέα, Φίλαγρος Φίλωνος, Ἀριστόβουλος | |
15 | Πάτρωνος, Καλλι- |
κλῆς Τίμωνος, Φιλιστίω[ν] Ἄν- | |
δρωνος, Μένης. ἁ ὠνὰ παρὰ Μένητα. |