[ ] Phokis — Delphi — 171 BC
1 ἄρχοντος ἐν Δελφοῖς Κλεοφάνεος μηνὸς Ἐνδυσποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοντο Ὀλυνπογένης Ἀριστομάχου καὶ Ἀριστό-
μαχος Ὀλυνπογένεος Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
ναικεῖον ἇι ὄνομα Εὐπορία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευ-
5 σε Εὐπορία τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέληι. εἰ δέ τίς κα ἐφά-
πτηται Εὐπορίας, κύριοι ἐόντω οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ περιτυγ-
χάνοντες συλέοντες. ἐπεὶ δέ κα τελευτάση Εὐπορία, τὰ κατα-
λειφθέντα ὑπάρχοντα τὰ Εὐπορίας πάντα Ὀλυνπογένεος καὶ Ἀ-
10 ριστομάχου ἐόντω· εἰ δέ τινι ζώουσα δόσιν ποέοιτο τῶν ἰδίων
Εὐπορία, ἀτελὴς ἁ ὠνὰ ἔστω. βεβαιωτήρ· Σωτύλος Σωστράτου.
μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας
καὶ οἱ ἄρχοντες Μελισσίων Εὐανγέλου, Αἰακίδας Φιλαιτώλου,
Λαιάδας — — Βαβύλου, ἰδιῶται Ἄνδρων Ζηνέα, Ξένων
15 Βούλωνος, Ἧρυς Πλείστωνος.
Search Help
Contact Us