[ ] Phokis — Delphi — 172 BC
1 ἄρχοντος Αἰακίδα τοῦ Φιλαιτώλου μηνὸς Θεοξε-
νίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκράτης Καλλίκωνος
τῶι Ἀπόλλωνι σῶμα ἀνδρέον ὧι ὄνομα Ἀρτεμί-
δωρος, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν
5 ἔχει, καθὼς διεπίστευσεν Ἀρτεμίδωρος τῶι θεῶι
τὰν ὠνάν, ὥστε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ
ἀποτρέχων οὗ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον
τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. μάρτυροι· οἱ ἱερεῖς
10 τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀθανβος καὶ οἱ ἄρχον-
τες Ξενέας, Εὐκράτης, Δαμοκράτης, ἰδιῶται
Ἀνδρόνικος, Κριτόλαος, Ἀλέξων, Χαρίξενος, Βού-
λων, Καλλίερος, Ἀπολλόδωρος, Ταραντῖνος, Μνα-
σίθεος, Ἀστόξενος, Δείνων, Βάχχιος.
Search Help
Contact Us