[ ]
Phokis — Delphi — 170 BC
1 | Στραταγέοντος τῶν Αἰτωλῶν Προάνδρου Φόλα μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχον- |
τος Λαιάδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πατρὼ Ἐχεσθένεος Σκαρφὶς | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κράτ[ε]ια τὸ γένος εκ[․] Κε- | |
λαίθας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Κράτεια τῶι Ἀπόλλωνι | |
5 | τῶι Πυθίωι ταν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ |
πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· | |
Σωσίλαος Κλέωνος Σκαρφεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν- | |
τῖνος, τῶν ἀρχόντων Ἀμυνέας, ἰδιῶται Πολυκράτης, Ἀντίας Φαινέα Σκαρφεῖς, | |
Λαιάδας, Δαμοσθένης, Εὐκλείδ[α]ς Δελφοί. |