[ ] Phokis — Delphi — 170 BC
1 Στραταγέοντος τῶν Αἰτωλῶν Προάνδρου Φόλα μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχον-
τος Λαιάδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πατρὼ Ἐχεσθένεος Σκαρφὶς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κράτ[ε]ια τὸ γένος εκ[․] Κε-
λαίθας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Κράτεια τῶι Ἀπόλλωνι
5 τῶι Πυθίωι ταν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ
πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον·
Σωσίλαος Κλέωνος Σκαρφεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν-
τῖνος, τῶν ἀρχόντων Ἀμυνέας, ἰδιῶται Πολυκράτης, Ἀντίας Φαινέα Σκαρφεῖς,
Λαιάδας, Δαμοσθένης, Εὐκλείδ]ς Δελφοί.
Search Help
Contact Us