[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἀνδρονίκου μηνὸς Ποιτροπίου, ἐ[π]ὶ τοῖσδε ἀπέ-
δοτο Καλλικλῆς Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Ἀριστὼ τὸ γένος Βαστάρναν, ἀργυρίου
μνᾶν τριῶν. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Τ[ί]μων Καλλι-
5 κλέος κατενεγκάτω δὲ Ἀριστὼ ἢ Πλειστὸς [ὑπ]ὲρ Ἀριστὼ
ἐν τὸν ἔρανον τὸν Βακχίου ἐπὶ τὸ Καλλικλέος ὄνομα ἀρ-
γυρίου τρία ἡμιμναῖα ἐν ἐτέοις τρίοις· ἄρχει ἁ καταβολ[ὰ]
ἐν τῶι Ἡρακλείωι μηνὶ τῶι ἐπὶ Ἀνδρονίκου. [π]αραμεινάτω
δὲ Ἀ[ρ]ιστὼ [π]αρὰ Καλλικλῆ ἀνεγκλ[ή]τως ποιοῦσα
10 τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν, ἄχρι [κα] κατενέγ-
κη τὰ τρία ἡμιμναῖα· ἐπεὶ δέ κα κατενέγκη, ἐλευθέρα
ἔστω και ἀνέφαπτος. μάρτυροι· οἱ ἱερεῖς Ἀμύντας,
Ταραντῖνος, ἰδιῶται Κ[α]λλίμαχος Βαβύλου, Ἀστό-
ξενος, Εὔδοκος,
15 Ξεν[ο]κράτης.
Search Help
Contact Us