[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ξενέα μηνὸς [Ἀ]π[ε]λλαίου, ἐπὶ τοῖ[σ]δε ἀπέδοτο Ἀριστόμ[α]χος |
Ἐτυμώνδα Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
Θεύδωρος, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν | |
Θεύδωρος, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν [κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
5 | πάντα βίον, ποιέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἄρχων |
Καλλία. εἰ δέ τίς κα ἅπτηται Θευδώρου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν | |
ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστόμαχος καὶ ὁ βεβαιωτὴρ Ἄρχων· εἰ δέ κα μὴ | |
παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
10 | πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· Δαμένης, Μνασίθεος, Ταραντῖν[ος], |
Ἀστόξενος, Εὐκλείδας, Σωτύλος. |