[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ξενέα μηνὸς [Ἀ]π[ε]λλαίου, ἐπὶ τοῖ[σ]δε ἀπέδοτο Ἀριστόμ[α]χος
Ἐτυμώνδα Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
Θεύδωρος, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν
Θεύδωρος, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν [κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ
5 πάντα βίον, ποιέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἄρχων
Καλλία. εἰ δέ τίς κα ἅπτηται Θευδώρου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν
ὠνὰν ὅ τε ἀποδόμενος Ἀριστόμαχος καὶ ὁ βεβαιωτὴρ Ἄρχων· εἰ δέ κα μὴ
παρέχωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυ-
10 πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· Δαμένης, Μνασίθεος, Ταραντῖν[ος],
Ἀστόξενος, Εὐκλείδας, Σωτύλος.
Search Help