[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντο[ς] Κλέωνος μηνὸς Ποιτροπίου τοῦ δευτέρου, ἀπέδοτο Φίλων Τελεσάρχου τῶι Ἀπόλλω{ι}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι κοράσιον ἇι ὄνομα Φιλοκράτεια, καθὼς |
ἐπίστευσε Φιλοκράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι εἶμεν ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, τιμᾶς ἀργυρίου μνᾶν δύο. βεβαιω- | |
τήρ· Δίων Ἀλέξωνος. εἰ δέ τις ἐφάπτοιτο ἢ καταδουλίζοιτο Φιλοκράτειαν, κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίαι ὁ παρατυγχάνων καὶ ὁ βεβαι- | |
ωτὴρ βεβαιού<τω> τῶι θεῶι. τὸν αὐτὸν δὲ τρόπον εὐδόκησε Φίλων νοέων καὶ φ[ρ]ονέων καὶ ὑγιαίνων καὶ Λέαι{ι}ναν {²⁶Λέαιναν}²⁶ ἀπολελυμέναν εἶμεν | |
5 | τᾶς παραμονᾶς καὶ ἐργασία[ς ․․ ἀ]π’ αὐτοσαυτοῦ, καθὼς ἐν τᾶι ὠνᾶι γέγραπται, καὶ ἔστω ἐλευθέρα, μηθενὶ μηθὲν προσήκουσαν. |
μάρτυρες· τοὶ ἄρχοντες Καλλίας, Ἧρυς, Πασίων, ἰδιῶται Ἵππων, Δάμων, Κλέων, Αἰακίδας Βαβύλου, Ἀρχίας. |