[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Θευξένου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστ[ο]κράτεια Ὀνασίμου, συνεπαινέ- |
οντος καὶ Σωστράτου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαματρία, τιμᾶς | |
ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ κατὸν νόμον· Ἀριστόμαχος Ὀλυμπογένεος. παραμεινάτω | |
δὲ παρὰ Ἀριστοκράτειαν ἄχρι οὗ κα ζῆ Ἀριστοκράτεια ἀνενκλήτως, ποιέουσα πᾶν τὸ ποτι- | |
5 | τασσόμενον τὸ δυνατόν· εἰ δέ κα μὴ ποῆι Δημητρία ἢ μὴ παραμείνηι, ἐξέστω Ἀριστο- |
κρατείαι ἢ ἄλλωι ὑπὲρ Ἀριστοκράτειαν κολάζειν ὥς κα θέλωντι Δημητρίαν | |
ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις· εἰ δέ τί κα πάθηι Ἀριστοκράτεια, ἐλευθέρα ἔστω | |
Δημητρία κυριεύουσα αὐτοσαυτᾶς καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼ[ς] | |
ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπ[τ]ηται Δημητρίας ἐπεί κα | |
10 | τελευτάσηι Ἀριστοκράτε[ι]α, βέβαιον παρε[χέ]τω ὁ βεβαιωτὴρ τῶι θεῶι |
τὰν ὠνάν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ πα[ρ]ατυγχάνοντες κύριοι ἐόντω | |
συλέοντες ὡς [ἐλ]<ευ>θέραν οὖσαν ἀζάμι’ ὄντες κ[α]ὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα[μίας]. | |
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
Ταραντῖνος καὶ οἱ ἄρχοντες Φιλ[οκράτης], | |
15 | Πολέμαρχος, Ἄρχων, ἰδιῶται Ἀριστόμαχος, Τιμοκλῆς, Ἀμύντας, Δίων. |