[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | Στραταγέοντος τῶν Φωκέων Μενεσθένεος τοῦ Κρινολάου Ὑαμπολίου μηνὸς |
ὡς μὲν Φωκεῖς ἄγοντι ὀγδόου, ἐν Δελφοῖς δὲ ἄρχοντος Θευξένου τοῦ Καλλία | |
μηνὸς Ἡρακλείου, ἐπὶ [τ]οῖσδε ἀπέδοτο Εὐφράνωρ Καλλικρί{ι}του {²⁶Καλλικρίτου}²⁶ Λιλαιεὺς τῶι | |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικ[ε]ῖον ἇι ὄνομα Φαλάκρα τὸ γένος Αἰτωλὰ | |
5 | ἐκ Καλλιπόλιος, συνεπαιν[ε]όντων τ[οῦ] τε υἱοῦ τοῦ Εὐφράνορος Τιμαγγέλου |
καὶ τᾶς θυγατρὸς αὐτοῦ Ξενοῦς, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν | |
{καὶ τὰν τιμὰν} ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Φαλάκρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλευθέραν εἶμεν καὶ ἀνέφ[α]πτον ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ἀποτρὲχου- | |
σαν οἷς κα θέληι. [βεβαι]ωτῆρες κατὰ τὸν νόμον· Δίων Ἀριστοβούλου Δελ- | |
10 | φός, Ἀρισ[․․․․․]ης Νικέα Λιλαιεύς. παραμεινάτω δὲ Φαλάκρα |
παρὰ Εὐφράνορα [ἄχρι] κα ζῆι Εὐφράνωρ, ποιέ[ο]υσα τὸ ποτιτασσόμενον | |
πᾶν τ[ὸ] δυνατόν. εἰ δέ τί [κα π]άθοι Εὐφρανωρ πρὸ τοῦ τὸν υἱὸν αὐτοῦ Τιμάγγελον | |
γυναῖκα λαβεῖν, παραμειν[ά]τω {ι} Φαλάκρα Τιμαγγέλωι ἄχρι οὗ κα γυναῖκα λάβη[ι], | |
ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμείναι Φαλάκρα | |
15 | κ[α]θὼς γέγραπται, ἄκυρος ἔστω ἁ ὠνά. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος |
Ταραντῖνος καὶ οἱ ἄρχοντες Φιλοκράτης, Πολέμαρχος, Ἄρχων καὶ ἰδιῶται Ἀριστό- | |
μ[α]χος Ὀλυμπογένεος, Δάμων Δεξώνδα, Δρομοκλείδας Ἁγίωνος, Ἵππων Ἀθανί- | |
ωνος, Μένης Πεισιστράτου Δελφοί, Στρατόλαος Λυκίνου, Κλέων Ξενοκράτε- | |
ος, Νίκαρχος Πετραίου, Ζωΐλος Ἡροίδα, Κλάδων Ξενοκράτεος Λιλαιεῖς. |