[ ] Phokis — Delphi — 170-157/6 BC
1 Στραταγέοντος τῶν Φωκέων Μενεσθένεος τοῦ Κρινολάου Ὑαμπολίου μηνὸς
ὡς μὲν Φωκεῖς ἄγοντι ὀγδόου, ἐν Δελφοῖς δὲ ἄρχοντος Θευξένου τοῦ Καλλία
μηνὸς Ἡρακλείου, ἐπὶ [τ]οῖσδε ἀπέδοτο Εὐφράνωρ Καλλικρί{ι}του {²⁶Καλλικρίτου}²⁶ Λιλαιεὺς τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικ[ε]ῖον ἇι ὄνομα Φαλάκρα τὸ γένος Αἰτωλὰ
5 ἐκ Καλλιπόλιος, συνεπαιν[ε]όντων τ[οῦ] τε υἱοῦ τοῦ Εὐφράνορος Τιμαγγέλου
καὶ τᾶς θυγατρὸς αὐτοῦ Ξενοῦς, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν
{καὶ τὰν τιμὰν} ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Φαλάκρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέραν εἶμεν καὶ ἀνέφ[α]πτον ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ἀποτρὲχου-
σαν οἷς κα θέληι. [βεβαι]ωτῆρες κατὰ τὸν νόμον· Δίων Ἀριστοβούλου Δελ-
10 φός, Ἀρισ[․․․․․]ης Νικέα Λιλαιεύς. παραμεινάτω δὲ Φαλάκρα
παρὰ Εὐφράνορα [ἄχρι] κα ζῆι Εὐφράνωρ, ποιέ[ο]υσα τὸ ποτιτασσόμενον
πᾶν τ[ὸ] δυνατόν. εἰ δέ τί [κα π]άθοι Εὐφρανωρ πρὸ τοῦ τὸν υἱὸν αὐτοῦ Τιμάγγελον
γυναῖκα λαβεῖν, παραμειν[ά]τω {ι} Φαλάκρα Τιμαγγέλωι ἄχρι οὗ κα γυναῖκα λάβη[ι],
ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμείναι Φαλάκρα
15 K[A]QW\S GE/GRAPTAI, A)/KUROS E)/STW A( W)NA/. MA/RTURES: O( I(EREU\S TOU= *)APO/LLWNOS
Ταραντῖνος καὶ οἱ ἄρχοντες Φιλοκράτης, Πολέμαρχος, Ἄρχων καὶ ἰδιῶται Ἀριστό-
μ[α]χος Ὀλυμπογένεος, Δάμων Δεξώνδα, Δρομοκλείδας Ἁγίωνος, Ἵππων Ἀθανί-
ωνος, Μένης Πεισιστράτου Δελφοί, Στρατόλαος Λυκίνου, Κλέων Ξενοκράτε-
ος, Νίκαρχος Πετραίου, Ζωΐλος Ἡροίδα, Κλάδων Ξενοκράτεος Λιλαιεῖς.
Search Help