[ ]
Phokis — Delphi — 168 BC
| 1 | στραταγέοντος {τος} τῶν Φωκέων Πυθέα Ε[․․․․]εος μη[νὸς] ἐνάτου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Κλευδά[μ]ου τοῦ Μαντία μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωροξένα Λιλαιῒς | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι] σῶμα γυναικεῖον ἇι ὄνομα Σωστράτα, τιμᾶς ἀργυρίου μνᾶν | |
| τεσσάρων, καθὼς ἐπίστευσε Σωστράτα τῶι θεῶι τὰν ὠνάν, ὥστε τὰν προτερασίαν | |
| 5 | ὠνὰν ἀρμέναν εἶμεν καὶ ἄκυρον, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων |
| τὸμ πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον· Θράσων Εὐπαλίδα Λιλαιεύς. εἰ δέ τίς κα ἅπτηται Σωστράιας, βέβαιον παρεχόντω | |
| τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Δωροξένα καὶ ὁ βεβαιωτὴρ Θράσων· εἰ δέ κα μὴ | |
| παρέχωντι, πράκτιμοι ἐόντω κατὸν νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| 10 | κύριοι ἐόντων συλέοντες Σωστράταν ὡς <ἐλ>ευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυ- |
| πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἄρχον[τε]ς τῶν Δελφῶν Ἀνδρόνικος | |
| Φρικίδα, Ἀμυνέας Χα[ρ]ιξέν[ο]υ, ἰδιῶται Λιλαιεῖς Ἐπίνικο[ς], Εὐκράτης, Ἐλατεὺς Θράσων, | |
| Θεαρίων, Δελφοὶ Ἀρισταγόρας, Καλλίας, Κριτόλαος, Κράτων, Ξενοκράτης. |