SGDI II 1746
[ ] Phokis — Delphi — 168 BC
1 στραταγέοντος {τος} τῶν Φωκέων Πυθέα Ε[․․․․]εος μη[νὸς] ἐνάτου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Κλευδά[μ]ου τοῦ Μαντία μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δωροξένα Λιλαιῒς
τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι] σῶμα γυναικεῖον ἇι ὄνομα Σωστράτα, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων, καθὼς ἐπίστευσε Σωστράτα τῶι θεῶι τὰν ὠνάν, ὥστε τὰν προτερασίαν
5 ὠνὰν ἀρμέναν εἶμεν καὶ ἄκυρον, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
τὸμ πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Θράσων Εὐπαλίδα Λιλαιεύς. εἰ δέ τίς κα ἅπτηται Σωστράιας, βέβαιον παρεχόντω
τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Δωροξένα καὶ ὁ βεβαιωτὴρ Θράσων· εἰ δέ κα μὴ
παρέχωντι, πράκτιμοι ἐόντω κατὸν νόμον· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
10 κύριοι ἐόντων συλέοντες Σωστράταν ὡς <ἐλ>ευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυ-
πόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἄρχον[τε]ς τῶν Δελφῶν Ἀνδρόνικος
Φρικίδα, Ἀμυνέας Χα[ρ]ιξέν[ο]υ, ἰδιῶται Λιλαιεῖς Ἐπίνικο[ς], Εὐκράτης, Ἐλατεὺς Θράσων,
Θεαρίων, Δελφοὶ Ἀρισταγόρας, Καλλίας, Κριτόλαος, Κράτων, Ξενοκράτης.
Search Help
Contact Us