[ ] Phokis — Delphi — 175 BC
1 στραταγέοντος Εὐπολέμου τὸ δεύτερον μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ξενο-
χάρεος μηνὸς Θευξενίου, ἀπέδοτο Κλεύμαντις Φιλοδάμου Τολφώνιος τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσικράτεια τὸ γένος ἐνδογενῆ, συνευ-
δοκέοντος τοῦ ὑοῦ Φιλοδάμου, τιμᾶς ἀργυρίου μνᾶν πέντε. βεβαιωτῆρες κατὰ τὰν συμβολὰν καὶ κατὰ
5 τοὺς νόμους τᾶς πόλιος· Ἀριστόλαος Δάμωνος, Χαιρεσίλαος Χαιρέα Τολφώνιοι, Αἰακίδας Βαβύλου Δελφός. κα-
θὼς ἐπίστευσε Σωσικράτηα τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόντων ὅ τε ἀποδόμενος καὶ
οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος· Ἀρχέλαος,
Μνασων, Καλ-
λίερος, Πάτρων, Λύκος, Δείνων, Καλλίας, Ἀρχέλαος, Κλευφάνης, Ξένων, Καλλικλης, Κρίτων,
10 Νίκων, Θράσων, Δαμάνθης, Πολέμαρχος.
Search Help
Contact Us