[ ]
Phokis — Delphi — 175 BC
1 | στραταγέοντος Εὐπολέμου τὸ δεύτερον μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ξενο- |
χάρεος μηνὸς Θευξενίου, ἀπέδοτο Κλεύμαντις Φιλοδάμου Τολφώνιος τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσικράτεια τὸ γένος ἐνδογενῆ, συνευ- | |
δοκέοντος τοῦ ὑοῦ Φιλοδάμου, τιμᾶς ἀργυρίου μνᾶν πέντε. βεβαιωτῆρες κατὰ τὰν συμβολὰν καὶ κατὰ | |
5 | τοὺς νόμους τᾶς πόλιος· Ἀριστόλαος Δάμωνος, Χαιρεσίλαος Χαιρέα Τολφώνιοι, Αἰακίδας Βαβύλου Δελφός. κα- |
θὼς ἐπίστευσε Σωσικράτηα τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόντων ὅ τε ἀποδόμενος καὶ | |
οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος· Ἀρχέλαος, | |
Μνασων, Καλ- | |
λίερος, Πάτρων, Λύκος, Δείνων, Καλλίας, Ἀρχέλαος, Κλευφάνης, Ξένων, Καλλικλης, Κρίτων, | |
10 | Νίκων, Θράσων, Δαμάνθης, Πολέμαρχος. |