[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος ἐν Δελφοῖς Θευξένου μηνὸς Ἀμαλίου, ἀπέδοτο Θεόδωρος
Εὐφρονίου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὁ͂ι ὄνομα Πυῤῥίας τὸ γένος οἰκογεν[ῆ],
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Πυῤῥία[ς]
τῶι θεῶι τὰν ὠν[άν, ἐφ’ ὧιτε] ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων καὶ ἀποτρέχ[ειν οἷς]
5 κα θέλη. βεβαιωτῆρες· Δρομοκλείδας Ἁγίωνος, Ἄθανβος Ἀθανίωνος, κατὰ τὸν νόμον.
εἰ δέ [τίς] κα ἐφάπτηται Πυῤῥία, βέβαι[ον παρεχόντω τὰν ὠνὰ]ν ὅ τε ἀποδόμενος Θεύδω-
ρος καὶ [οἱ] βεβαιωτῆρες Δρομ[οκλεί]δας, Ἄθαμβος. καὶ ὁμοίως ὁ παρατυχὼν κύριος ἔστω συλέων
Πυῤῥίαν ὡς ἐλεύθερον ὄντα ἀνυπεύθυνος ὢν πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
οἱ ἱαρεῖς Ἀμύντας, Ταραντῖνος καὶ τοὶ ἄρχοντες Πολέμαρχος Παυσανία, [Φι]λοκράτης [Ξένωνος,]
10 [Ἄρχ]ω[ν] Νικοβούλου, ἰδιῶται Δίων Φιλιστίωνος, Καλλί[κων Ἡ]ράκωνος, Εὐφρόνιος
Ἡρα[κλείδ]ου.
Search Help
Contact Us