[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ξενέα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοκράτεια |
| Καφισ{σ}ία Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
| Ῥοδία τὸ γένος [Σ]ύρ[α], συνεπαινέοντος {ΑΕ} καὶ τοῦ πατρὸς Καφισία, τι- | |
| μᾶς ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ κατὰ τοὺς [ν]όμους τᾶς πόλιος· Σώφιλος, | |
| 5 | Νικέας Καφισία Δελφοί. καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Ῥοδία. π[αραμεινάτω δὲ Ῥοδία παρὰ] |
| Δαμοκράτειαν ἔτη πέντε ποιοῦσα τὰ δυνα[τ]ά· εἰ δέ κα παραμ[ε]ίνη Ῥ[οδία πα]- | |
| ρὰ Δαμοκράτειαν τὰ πέντε ἔτη, ἀποτρεχ[έ]τω Ῥοδία παρὰ Δαμοκρατείας οἷς κα θέ- | |
| λη ἐλευθέρα οὖσα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον· εἰ δέ [τί]ς κα | |
| Ῥοδίαν καταδουλίζοιτο, κύριος ἔστω ὁ παρατυχὼν συλέων κατὰ | |
| 10 | [τ]ὰν ἀναγραφὰν καὶ ὠνὰν τὰν ἐν τῶι ἱαρῶι ἀναγεγραμμέναν· |
| εἰ δέ κα μὴ παραμείν<η> Ῥοδία παρὰ Δαμοκράτειαν μηδὲ [τὰ δυνατὰ ποιήσ]η τὰ | |
| πέντε ἔτη, κυρία [ἔ]στω Δαμοκράτεια ἤ ἄλλος ὑπὲρ Δαμοκράτειαν ποιῶν | |
| [ὅ κα θέλη Ῥοδίαν. μάρτυ]ρες· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν- | |
| τας καὶ τοὶ ἄρχοντες Ἀριστοκράτης Λυκίσκου, Ἀθανίων Ἀρίστ[․․․․․], | |
| 15 | Ἀρχίας Ἀρχελάου, ἰδιῶται Ἐμμενίδας, Δεξικράτης, Καλλικλῆς. |