SGDI II 1743
[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ξενέα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμοκράτεια
Καφισ{σ}ία Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Ῥοδία τὸ γένος [Σ]ύρ[α], συνεπαινέοντος {ΑΕ} καὶ τοῦ πατρὸς Καφισία, τι-
μᾶς ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ κατὰ τοὺς [ν]όμους τᾶς πόλιος· Σώφιλος,
5 Νικέας Καφισία Δελφοί. καθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Ῥοδία. π[αραμεινάτω δὲ Ῥοδία παρὰ]
Δαμοκράτειαν ἔτη πέντε ποιοῦσα τὰ δυνα[τ]ά· εἰ δέ κα παραμ[ε]ίνη Ῥ[οδία πα]-
ρὰ Δαμοκράτειαν τὰ πέντε ἔτη, ἀποτρεχ[έ]τω Ῥοδία παρὰ Δαμοκρατείας οἷς κα θέ-
λη ἐλευθέρα οὖσα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον· εἰ δέ [τί]ς κα
Ῥοδίαν καταδουλίζοιτο, κύριος ἔστω ὁ παρατυχὼν συλέων κατὰ
10 [τ]ὰν ἀναγραφὰν καὶ ὠνὰν τὰν ἐν τῶι ἱαρῶι ἀναγεγραμμέναν·
εἰ δέ κα μὴ παραμείν<η> Ῥοδία παρὰ Δαμοκράτειαν μηδὲ [τὰ δυνατὰ ποιήσ]η τὰ
πέντε ἔτη, κυρία [ἔ]στω Δαμοκράτεια ἤ ἄλλος ὑπὲρ Δαμοκράτειαν ποιῶν
[ὅ κα θέλη Ῥοδίαν. μάρτυ]ρες· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν-
τας καὶ τοὶ ἄρχοντες Ἀριστοκράτης Λυκίσκου, Ἀθανίων Ἀρίστ[․․․․․],
15 Ἀρχίας Ἀρχελάου, ἰδιῶται Ἐμμενίδας, Δεξικράτης, Καλλικλῆς.
Search Help
Contact Us