[ ]
Phokis — Delphi — 168 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἰλαίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Λύκα Θρασυ[κ]λέος Δελφίς, | |
συνεπαινέοντος καὶ τοῦ υἱοῦ Σωνίκου, | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
5 | κεῖον ἇι ὄνομα Σωτώ, τιμᾶς |
ἀργυρίου μνᾶν τεσσάρων, καὶ | |
τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Σω- | |
τὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν | |
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
10 | πάντα βίον, ποιέουσαν ὅ κα θέληι. βεβαιω- |
τὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου. | |
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Ἀμύντας, Ταραντῖνος ἰδιῶται Ἀν- | |
δρόνικος Φρικίδα, Εὐκλείδας Καλ- | |
15 | λείδα, Εὔδωρος, Σωτύλος. |