[ ] Phokis — Delphi — 170 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Προάνδρου Φόλα μηνὸς
Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Βουκα-
τίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστόκλεια Ἀγαθοκλέος Ναυ-
πακτία, συνευδοκέοντος τοῦ υἱοῦ Στρατονίκου καὶ ὑπὲρ
5 Ἀγαθοκλῆ τοῦ υἱοῦ Ζωΐλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον ὧι ὄνομα Ἡρακλείδας τὸ γένος Ἀλεξανδρῆ, τιμᾶς
ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἡρακλείδας τῶι θεῶι
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν αὐτόν, ποι<έ>οντα ὅ κα θέλη,
καὶ ἀνέφαπτον ἐν παντὶ τόπωι ἀπὸ πάντων τὸμ πάντα χρόνον.
10 βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀριστόλαος Δάμω[ν]ος Δελφός,
Ἀγήσανδρος Ἀριστάρχου Καλλιπολίτας. μάρτυροι· οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστίων,
Βάκχιος, ἰδιῶται Ἀλέξανδρος, Ἀνδρόνικος, Δορκίνας, Βυρία-
δας, Ἀρτεμίδωρος, Ἀντίκριτος, Καλλίερος, Ἐκέφυλος, Μέλις,
15 Εὐκλείδας Δελφοί.
Search Help
Contact Us