[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχοντος Ἐμ<μ>ενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Κλέων Κλεοξένου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
μα ἀνδρεῖον ὧι ὄνομα Ἱστιαῖος τὸ γένος Σύραν, τιμᾶς ἀργυρί- | |
ου μνᾶν τεσσάρων, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφα- | |
5 | πτον ἀπὸ πάντων τὸν πάντα βίον, καθὼς ἐπίστευσε |
Ἱστιαῖος τῶι θεῶι τὰν ὠνάν, ποιέων ὅ κα θέληι. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον τᾶς πόλιος· Αἰακίδας Φιλαιτώλου. | |
μάρτυρες· τῶν ἀρχόντων Ἀριστίων Ἄγωνος, Ἄσαν- | |
δρος, ἰδιῶται Νίκαρχος, Νικόμαχος, Μαντίας, | |
10 | Εὐκλείδας. |