SGDI II 1737
[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἀπέδοτο Λάμιος
Λυκίδα Ναυπάκτιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Καρπὶς οἰκογενῆ, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
τὸν πάντα βίον, καθὼς ἐπίστευσε Καρπὶς τῶι Ἀπόλλωνι τὰν ὠνάν,
5 τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει βεβαιωτήρ· Χαρίξε-
νος Ἐκεφύλου Ἀμφισσεύς. εἰ δέ τις ἐπιλαμβάνοιτο Καρπίδος ἐπὶ κα-
ταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἀζάμιος καὶ ἀνυ-
πόδικος ἐὼν ὡς ἐλευθέραν οὖσαν. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Ἀμύντας Εὐδώρου, Ταραντῖνος Ἄρχωνος καὶ οἱ ἄρ-
10 χοντες Ἄσανδρος Διονισίου, Ἀριστίων Ἄγωνος, Ἀριστόμαχος
Ὀλυμπογένεος, ἰδιῶται Ἀστόξενος, Ἀμύντας, Νικέας, Σώσιππος,
Ἡρακλείδας, Ἀρίστων Ἀμφισσεύς.
Search Help
Contact Us