[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμένης α Ὀρέστα τῶι Ἀ- |
πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μίκκα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε | |
Μίκκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον, ποιοῦσαν ὅ κα θέλη. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον· Ξενόκριτος Ταραντίνου. μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀγησίλαος, | |
5 | Ἐμμενίδας Δεξικράτεος, Μένης. |