SGDI II 1736
[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμένης      α Ὀρέστα τῶι Ἀ-
πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μίκκα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε
Μίκκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον, ποιοῦσαν ὅ κα θέλη. βεβαιωτὴρ
κατὰ τὸν νόμον· Ξενόκριτος Ταραντίνου. μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀγησίλαος,
5 Ἐμμενίδας Δεξικράτεος, Μένης.
Search Help
Contact Us