[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Δαιδαφορίου, ἀπέδοτο Τελεσὼ Μνασικράτεος Δελφίς, συνευδο-
κέοντος καὶ τοῦ υἱοῦ Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικε͂ιον ἇι ὄνομα Λαδίκα τὸ γένος Σύραν,
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Λαδίκα τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέουσα ὅ κα θέληι
5 καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστόξενος Διονυσίου.
εἰ δέ τις ἐφάπτοιτο Λαδίκας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰ[ν]
ἅ τε ἀποδομένα Τελεσὼ καὶ ὁ βεβαιωτὴρ Ἀστόξενος· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν
τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας
10 μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀριστίων, Ἄσαν-
δρος, Ἀριστόμαχος, ἰδιῶται Πατρέας, Εὐκράτης, Ἀστόξενος, Κλέων, Ἀρτεμίδωρος, Χαρίξενος.
Search Help
Contact Us