[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχοντος ἐν Χαλείωι Φιλίστου μηνὸς Κοουτίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀ- |
πέδοτο Μίκκων Δωροκλέος Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Λύκων οἰκογενῆ, τιμᾶς | |
ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Λύκων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλι- | |
5 | ος· Δείνων Ἡρακλείδα Χαλ{λ}ειεύς {²⁶Χαλειεύς}²⁶, Τιμόκριτος Εὐκλείδα Δελφός. εἰ δέ τίς κα ἐφάπτηται Λύκωνος ἐπὶ καταδουλισμῶι, βέ- |
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Μίκκων καὶ οἱ βεβαιωτῆρες Δείνων, Τιμόκριτος· εἰ δὲ μὴ παρέχοιεν | |
βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον- | |
τες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστίων, Ἄσανδρος, Ἀριστόμαχος καὶ ἰδιῶται Εὐάγγελος Πάτρωνος, Βούλων, | |
10 | Εὐκλείδας, Νικέας Ἀγησάρχου, Εὔδωρος Δελφοί, Δαμοτέλης Τρειτεύς. |