[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος ἐν Χαλείωι Φιλίστου μηνὸς Κοουτίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἐμμενίδα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀ-
πέδοτο Μίκκων Δωροκλέος Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Λύκων οἰκογενῆ, τιμᾶς
ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Λύκων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλι-
5 ος· Δείνων Ἡρακλείδα Χαλ{λ}ειεύς {²⁶Χαλειεύς}²⁶, Τιμόκριτος Εὐκλείδα Δελφός. εἰ δέ τίς κα ἐφάπτηται Λύκωνος ἐπὶ καταδουλισμῶι, βέ-
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Μίκκων καὶ οἱ βεβαιωτῆρες Δείνων, Τιμόκριτος· εἰ δὲ μὴ παρέχοιεν
βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον-
τες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστίων, Ἄσανδρος, Ἀριστόμαχος καὶ ἰδιῶται Εὐάγγελος Πάτρωνος, Βούλων,
10 Εὐκλείδας, Νικέας Ἀγησάρχου, Εὔδωρος Δελφοί, Δαμοτέλης Τρειτεύς.
Search Help