[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχοντος Εὐαγγέλου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκλῆς Ἐτυμώνδα τῶι Ἀπόλλωνι |
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ῥόθος τὸ γένος {τὸ γένος} Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν | |
τεσσάρων, καθὼς ἐπίστευσε Ῥόθος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα- | |
πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιω- | |
5 | τῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Δίωνος, Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ῥό- |
θου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὐκλῆς καὶ οἱ βεβαιω- | |
τῆρες Κλέων, Ἀστόξενος· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νό- | |
μον. κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα- | |
μίας. μάρτυρες· οἱ ἄρχοντες Βάκχιος, Εὔδοκος, Καλλίμαχος καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν- | |
10 | τῖνος καὶ ὁ προστάτας τοῦ ἱεροῦ Ξένων Ἀτεισίδα καὶ ὁ νε<ω>κόρος Μένης, ἰδιῶται Βαβύλος Αἰακίδα, Φίλαγρος, |
Καλλίκων, Φίλων Ἀριστέα, Μαντίας Δαμοχάρεος, Εὐθυμένης. |