[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος Εὐαγγέλου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκλῆς Ἐτυμώνδα τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ῥόθος τὸ γένος {τὸ γένος} Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων, καθὼς ἐπίστευσε Ῥόθος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφα-
πτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιω-
5 τῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Κλέων Δίωνος, Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ῥό-
θου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὐκλῆς καὶ οἱ βεβαιω-
τῆρες Κλέων, Ἀστόξενος· εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντω κατὰ τὸν νό-
μον. κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα-
μίας. μάρτυρες· οἱ ἄρχοντες Βάκχιος, Εὔδοκος, Καλλίμαχος καὶ οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραν-
10 τῖνος καὶ ὁ προστάτας τοῦ ἱεροῦ Ξένων Ἀτεισίδα καὶ ὁ νε<ω>κόρος Μένης, ἰδιῶται Βαβύλος Αἰακίδα, Φίλαγρος,
Καλλίκων, Φίλων Ἀριστέα, Μαντίας Δαμοχάρεος, Εὐθυμένης.
Search Help
Contact Us