[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Εὐαγγέλου τοῦ Σωδαμίδα μηνὸς
Εἰλαίου, ἀπέδοτο Κάλλων Ἀριστοδάμου, συνευ-
δοκεούσας καὶ τᾶς γυναικὸς Ἀγαθοῦς, τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λύσιον τὸ γέ-
5 νος Ἀμβρυσσίαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Λύσιον τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ
πάντα βίον. παραμινάτω δὲ Λύσιον παρὰ Κάλλωνα καὶ Ἀγαθὼ ἄχρι
κα ζώωντι Κάλλων καὶ Ἀγαθώ, ποιέουσα τὸ ποτιτασσόμενον πᾶν
10 τὸ δυνατὸν ἀνενκλήτως. εἰ δέ τί κα πάθωντι Κάλλων καὶ Ἀγαθώ,
κυρία ἔστω Λύσιον ἀποτρέχουσα οἷς κα αὐτὰ θέλη καὶ ποιέουσα ὅ {ις} κα
θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Φίλων Δικαίας. εἰ δέ τις αὐτᾶς ἅπτοιτο
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδό-
μενοι καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον
15 τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Βάχχιος,
Εὔδοκος, Καλλίμαχος, ἰδιῶται Πολύων Τιμοκλέος, Ἀρχέλαος, Φρῦνος, Εὐκλείδας, Τιμόκριτος.
Search Help
Contact Us