[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχοντος Ἄρχωνος τοῦ Νικοβούλου μηνὸς Εἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐ- |
φρόνιος Ζωΐλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Κίν- | |
τος τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
στευσε Κίντος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν τὸμ πάντα | |
5 | βίον καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλι- |
ος τῶν Δελφῶν Ἄθαμβος Ἀθανίωνος, Ἐμμενίδας Καλλία. παραμεινάτω δ<ὲ> Κίν- | |
τος παρὰ Εὐφρόνιον ἄχρι οὗ κα ζώη Εὐφρόνιος, ἀνένκλητος ὢν καὶ ποιῶν τὸ | |
ποτιτασσόμενον πᾶν καὶ τρέφων Εὐφρόνιον καὶ εὐσχημονίζων καὶ τὰς | |
συμβολὰς ἐν τὰς φυλὰς διδοὺς τὰ δίκαια ὑπὲρ Εὐφρόνιον, καὶ ἐπεί κα ἀπο- | |
10 | θάνη, θαψάτω Κίντος καὶ τὰς ἀλλαθεάδας ποησάτω καθὼς νομίζεται |
καὶ <ἐπεί κα> ποιήση καθὼς γέγραπται, ἐλεύθερος ἔστω κατὰ τὰν ὠνὰν τοῦ θε- | |
οῦ· εἰ δὲ μὴ ποιέοι τὸ ποτιτασσόμενον Εὐφρονίωι Κίντος ἢ μὴ τ[ρέ]φοι | |
Κίντος, κύριος ἔστω Εὐφρόνιος ποιέων ὅ κα θέλη Κίντον. μάρτυρε[ς· ο]ἱ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες | |
15 | Χαρίξενος, Σώτιμος, Νικόμαχος καὶ ἰδιῶται |
Διόδωρος, Μένης, Ἧρυς, Φίλαγρος. |