[ ] Phokis — Delphi — 170-157/56 BC
1 ἄρχοντος Ἄρχωνος τοῦ Νικοβούλου μηνὸς Εἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐ-
φρόνιος Ζωΐλου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Κίν-
τος τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί-
στευσε Κίντος τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν τὸμ πάντα
5 βίον καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλι-
ος τῶν Δελφῶν Ἄθαμβος Ἀθανίωνος, Ἐμμενίδας Καλλία. παραμεινάτω δ<ὲ> Κίν-
τος παρὰ Εὐφρόνιον ἄχρι οὗ κα ζώη Εὐφρόνιος, ἀνένκλητος ὢν καὶ ποιῶν τὸ
ποτιτασσόμενον πᾶν καὶ τρέφων Εὐφρόνιον καὶ εὐσχημονίζων καὶ τὰς
συμβολὰς ἐν τὰς φυλὰς διδοὺς τὰ δίκαια ὑπὲρ Εὐφρόνιον, καὶ ἐπεί κα ἀπο-
10 θάνη, θαψάτω Κίντος καὶ τὰς ἀλλαθεάδας ποησάτω καθὼς νομίζεται
καὶ <ἐπεί κα> ποιήση καθὼς γέγραπται, ἐλεύθερος ἔστω κατὰ τὰν ὠνὰν τοῦ θε-
οῦ· εἰ δὲ μὴ ποιέοι τὸ ποτιτασσόμενον Εὐφρονίωι Κίντος ἢ μὴ τ[ρέ]φοι
Κίντος, κύριος ἔστω Εὐφρόνιος ποιέων ὅ κα θέλη Κίντον. μάρτυρε[ς· ο]ἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες
15 Χαρίξενος, Σώτιμος, Νικόμαχος καὶ ἰδιῶται
Διόδωρος, Μένης, Ἧρυς, Φίλαγρος.
Search Help