SGDI II 1730
[ ] Phokis — Delphi — 173/172 BC
1 ἄρχοντος ἐν Δελφοῖς Αἰακίδα τοῦ Φιλαιτώλου, ἐν δὲ Αἰτωλίαι στραταγέον-
τος Θόα, ἀπέδοτο Φιλλέας Φίλωνος Τριτεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυ-
ναικεῖον ἇι ὄνομα Ἀγαθόκλεια, τὰν ἔλαβε παρὰ Λυκίσκας, τιμᾶς ἀργυρίου μνᾶν ἓξ στα-
τήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Ἀγαθόκλεια τὰν ὠνὰν τῶι θεῶι,
5 ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν
ὅ κα θέληι· εἰ δέ τις ἐφάπτοιτο Ἀγαθοκλείας ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ πα-
ρατυχὼν συλέων Ἀγαθόκλειαν ἐλευθέραν οὖσαν κατὰ τὰν ὠνὰν τοῦ θεοῦ ἀ-
ζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κατὰ τὸν σύμβολον
καὶ κατὰ τοὺς νόμους τᾶς πόλιος τῶν Δελφῶν Φίλων Φιλλέα Τριτεύς, Ἀντιχάρης
10 Ἀζαράτου, Στράτων Λυσιμάχου Δελφοί. μάρτυρες· ὁ ἱερεὺς Ταραντῖνος καὶ ὁ ἄρ-
χος Νικόμαχος καὶ ἰδιῶται Ἄθαμβος, Θεύδοτος, Μένης, Ἐμμενίδας, Φίλων, Εὐ-
κλείδας.
Search Help
Contact Us