SGDI II 1728
[ ] Phokis — Delphi — 170-157/6 BC
1 στραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος μηνὸς
Λαφρίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα μηνὸς Θεοξενίου,
ἀπέδοτο Πολυστράτα Λιλαιΐς, συνεπαινεουσᾶν καὶ τὰν θυγα-
τέρων Κλεοῦς καὶ Τιμοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον ὧ[ι]
5 ὄνομα Νικίας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε
[τὰν ὠνὰν] Νικίας τῶι θεῶι, ὥστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸν πάντα χρόνον καὶ οἰκεῖν ὅπει κα θέλη. βεβαιωτῆρες·
Νικοκ<λ>ῆς Λιλα[ι]εύς, Εὐκράτης Δελφός.
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
10 Ταραντῖνος καὶ οἱ ἄρχοντες Δάμων, Ξένων, Πολύων,
ἰδιῶται Φίλαγρος, Πολέμαρχος, Ἀντιχάρης.
Search Help
Contact Us