SGDI II 1725
[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ξενέα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου Δελφὶς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Λύσιππος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπί-
στευσε Λύσιππος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν αὐτὸν καὶ ἀνέφαπτον. βεβαιωτὴρ κατὰ
τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν-
5 τας καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Φίλαγρος Διοδώρου,
Εὐδαμίδας, Στράτων Φιλοδάμου.
Search Help
Contact Us