[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Κλέωνος τοῦ Δίωνος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Σώτιμος Μένωνος Δελφὸς τῶι Ἀπόλλωνι τοῖ Πυθίοι σῶμα γυναικεῖον ἇι ὄνομα Φίλα τὸ γένος
Σαρμάτισσ[α]ν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τῶι θεῶι
Φίλα τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποεούσαι ὅ κα
5 θέλη καὶ ἀποτρεχούσαι οἷς κα θέλη. βεβαιωτήρ· Κλέανδρος Τείσωνος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραν-
TI=NOS, *)AMU/NTAS: *KALLI/EROS, *PA/TRWN, *CENOKRA/THS, *KALLI/STRATOS, *DAMOKRA/THS, [*B]OU/LWN, *SWSI/AS, *DAMOSQE/NHS.
Search Help
Contact Us