[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Κλέωνος τοῦ Δίωνος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέ- |
δοτο Σώτιμος Μένωνος Δελφὸς τῶι Ἀπόλλωνι τοῖ Πυθίοι σῶμα γυναικεῖον ἇι ὄνομα Φίλα τὸ γένος | |
Σαρμάτισσ[α]ν, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τῶι θεῶι | |
Φίλα τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποεούσαι ὅ κα | |
5 | θέλη καὶ ἀποτρεχούσαι οἷς κα θέλη. βεβαιωτήρ· Κλέανδρος Τείσωνος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραν- |
τῖνος, Ἀμύντας· Καλλίερος, Πάτρων, Ξενοκράτης, Καλλίστρατος, Δαμοκράτης, [Β]ούλων, Σωσίας, Δαμοσθένης. |