[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, |
[ἐ]πὶ τοῖσδε ἀπέδοτο Νικὼ Ἀθανίωνος τοῖ Ἀ- | |
πόλλωνι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φαι- | |
νέας, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν | |
5 | ἔχει, καθὼς διεπίστευσαν Φαινέας καὶ Ἀπολλόδω- |
ρος ὁ Σωπάτρου τῶι θεῶι τὰν ὠνάν, ὥστε παραμεῖναι | |
Φαινέαν παρὰ Ἀπολλόδωρον, ἕως κα ζῆ Ἀπολλόδωρος, | |
καὶ γηροτροφῆσαι Φαινέαν Ἀπολλόδωρον τὸν Σωπάτρου, | |
ἐπεὶ ἔδωκε Ἀπολλόδωρος ὑπὲρ Φαινέαν Νικοῖ τὰς πέντε | |
10 | μνᾶς. ποείτω δὲ Φαινέας Ἀπολλοδώροι πάντα τὰ δυνατὰ ἀ- |
νεκκλήτως καὶ νυκτὸς καὶ ἁμέρας, καὶ μὴ ἐνκαταλιπέτω Φαινέ- | |
ας Ἀπολλοδώρον μηδεμίαι παρευρέσει· εἰ δὲ μή, ἀγώγιμος ἔστω | |
Φαινέας πανιαχόθεν ἐκ {κ} πάσας πόλιος καὶ ἱεροῦ Ἀπολλοδώροι καὶ ἴ | |
κά τινι ἄλλοι συντάξη Ἀπολλόδωρος, καὶ ἐξέστω Ἀπολλοδώροι | |
15 | καὶ ἄλλοι ὑπὲρ Ἀπολλόδωρον ὅν κα Ἀπολλόδωρος κελεύση κολάζειν |
Φαινέαν τρόποι οἷ κα θέλωσιν· ἴ τι ἁλίσκοιτο Φαινέας κακοτεχνῶν καὶ | |
μὴ ποιῶν τὰ γεγραμμένα, πλὰν μὴ πωλησάτω Ἀπολλόδωρος Φαινέαν. | |
ἐπεὶ δέ κα γηροτροφήση Φαινέας Ἀπολλόδωρον ἀνεκκλήτως καὶ θάψη καὶ τὰ νο- | |
μιζόμενα ποήση πάντα ὅσα νομίζεται τοῖς τεθνακότοις, ἐλεύθερος ἔσ[τω] καὶ | |
20 | ἴ τις ἐφάπτοιτο Φαινέα, κύριος ἔστω συλέων αὐσαυτὸν καὶ ἄλλος ὁ θέλων ἀ[ζ]άμιοι ὄν- |
τες καὶ ἀνυπόδικοι. βεβαιωτῆρες κατὰ τὸν νόμον· οἱ Νικοῦς ὑοὶ καὶ Ἀρίστωνος Δαμοφάνης, | |
Ἀθανίων. μάρτυρες· οἱ ἱε[ρεῖς] τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀλέξων, Εὐκ[λ]είδας, | |
Πάτρων, Ἀριστόλαος. |