SGDI II 1722
[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Ἀ-
τισίδας Ὀρθαίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα τρία αἷς ὀ-
νόματα Ἀντιγόνα τὸ γένος Ἰουδαίαν καὶ τὰς θυγατέρας αὐτᾶς Θεοδώραν
καὶ Δωροθέαν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαι-
5 ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Εὔδοκος Πραξία Δελφός. καθὼς ἐπί-
στευσε Ἀντιγόνα καὶ Θευδώρα καὶ Δωροθέα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐ-
λεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ τις ἅπτοι-
το ἐπὶ καταδουλισμῶι αὐτᾶν, βέβαιον παρεχέτω ὅ τε ἀποδόμενος Ἀτει-
σίδας καὶ ὁ βεβαιωτὴρ Εὔδοκος· εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι
10 θεῶι ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον.
ὁμοίως δὲ καὶ οἱ παρα[τ]υγχάνοντες κύριοι ἐόντω συλέοντες
αὐτὰς ὡς ἐλευθέρας ἐούσας ἀζάμιοι ἐόντες καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε-
ρεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ οἱ ἄρχοντες
15 Νίκαρχος, Κλέων Δαμοσθένεος, Ἁγίων Ἐκεφύλου,
ἰδιῶται Ἄρχων Νικοβούλου, Εὔδωρος Ἀμύντα.
Search Help
Contact Us