[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἀμφιστράτου μηνὸς Ἀπελλαίου, ἀπέδοτο Κρατὼ Μεσατέος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον ἐνδογενὲς ὧι ὄνομα Σωσικράτης, καθὼς
ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Σωσικράτης, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰ-
ν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐάγγελος Πά-
5 τρωνος. παραμεινάτω δὲ Σωσικράτης παρὰ Κρατὼ ποιῶν τὸ ποιτασσόμενον πᾶν,
ἄχρι οὗ κα ζώη Κρατώ· εἰ δὲ μὴ παραμείναι καθὼς γέγραπται, ἄκυρος καὶ ἀτελὴς ἁ
ὠνὰ ἔστω. μάρτυροι· Ἰατάδας, Ἀριστίων, Φιλαίτωλος.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants