[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἐνδυσποιτροπίου, ἐν δὲ Θεσσαλίαι στραταγέον- |
| τος Δαμοθοίνου μηνὸς Θύου ὡς Θεσσαλοὶ ἄγοντι, ἀπέδοτο Εὐκλείδας Θεοδότου Γυρτώνιος σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
| Ἀλέξανδρος, ὃν εἶχε ἐν τᾶι ὠνᾶι πάπον, τὸ γένος Μακεδόνα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσά- | |
| ρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀλέξανδρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος ἔσται | |
| 5 | καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες |
| κατὰ τοὺς νόμους· Ἄλεξις Δαμοτέλεος Δελφός, Ἀγέπολις Εὐετήρου Θεσσαλὸς ἐκ Γυρτῶνος. εἰ δέ | |
| τις ἐφάπτοιτο Ἀλεξάνδρου ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
| νος Εὐκλείδας καὶ οἱ βεβαιωτῆρες Ἄλεξις καὶ Ἀγέπολις· εἰ δὲ μὴ παρέχοιεν, ὑπόδικοι ἔστωσαν κατὰ | |
| τοὺς νόμους. ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον ὄντα Ἀλέξαν- | |
| 10 | δρον ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, |
| Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἄθαμβος Ἁβρομάχου, Ἄρχων Καλλία, ἰδιῶται Βούλων, Εὐκλείδας, Πραξίας, | |
| Βάκχιος, Ἀρίστων, Καλλίμαχος, Διονύσιος, Τιμόκριτος, Ἀνδρόνικος, Νικέας, Φίλαγρος, Ἀστόξενος, Ἀντι- | |
| κράτης Φιλοξένου Λαρισαῖος. |