[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἐνδυσποιτροπίου, ἐν δὲ Θεσσαλίαι στραταγέον-
τος Δαμοθοίνου μηνὸς Θύου ὡς Θεσσαλοὶ ἄγοντι, ἀπέδοτο Εὐκλείδας Θεοδότου Γυρτώνιος σῶμα ἀνδρεῖον ὧι ὄνομα
Ἀλέξανδρος, ὃν εἶχε ἐν τᾶι ὠνᾶι πάπον, τὸ γένος Μακεδόνα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσά-
ρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀλέξανδρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος ἔσται
5 καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες
κατὰ τοὺς νόμους· Ἄλεξις Δαμοτέλεος Δελφός, Ἀγέπολις Εὐετήρου Θεσσαλὸς ἐκ Γυρτῶνος. εἰ δέ
τις ἐφάπτοιτο Ἀλεξάνδρου ἐπὶ καταδουλισμῶ, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε-
νος Εὐκλείδας καὶ οἱ βεβαιωτῆρες Ἄλεξις καὶ Ἀγέπολις· εἰ δὲ μὴ παρέχοιεν, ὑπόδικοι ἔστωσαν κατὰ
τοὺς νόμους. ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον ὄντα Ἀλέξαν-
10 DRON A)ZA/MIOI O)/NTES KAI\ A)NUPO/DIKOI PA/SAS DI/KAS KAI\ ZAMI/AS. MA/RTURES: OI( I(EREI=S TOU= *)APO/LLWNOS *)AMU/NTAS,
Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἄθαμβος Ἁβρομάχου, Ἄρχων Καλλία, ἰδιῶται Βούλων, Εὐκλείδας, Πραξίας,
Βάκχιος, Ἀρίστων, Καλλίμαχος, Διονύσιος, Τιμόκριτος, Ἀνδρόνικος, Νικέας, Φίλαγρος, Ἀστόξενος, Ἀντι-
κράτης Φιλοξένου Λαρισαῖος.
Search Help
Contact Us