[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος ἐν Ἐρινεῶι Ἀντιμάχου μηνὸς Λαφρίου, ἐν Δελφοῖς
δὲ ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Θευξενίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Μνασίξενος Πηλεκλέα Ἐριναῖος τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νικὼ τὸ
5 γένος Θρᾶισ<σ>αν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε
Νικὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον·
Νικέας Σωσιξένου Δελφός, Νικόμαχος Δεξίππου Δελφός. παραμεινάτω δὲ Νικὼ παρὰ Μνασίξενον, ἄχρι κα
ζώῃ Μνασίξενος, καὶ ἐκθρεψάτω παιδάρια δύο ἀδόλως καὶ τὰ λοιπὰ ποιοῦσα τὸ ποτιτασσόμενον
10 πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιήσῃ Νικὼ τῶν ποτιτασσομένων ὑπὸ Μνασιξένου, καθὼς
γέγραπται, δυνατὰ ἐοῦσα, ἐξέστω Μνασιξένω κολάζειν καθώς κα αὐτὸς θέλῃ καὶ ἄλ<λ>ω ὑπὲρ Μνασίξε-
νον ὅν κα Μνασίξενος κελεύσῃ ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθῃ
Μνασίξενος, ἐλευθέρα ἔστω Νικὼ κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιοῦσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέ-
ληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Μνασιξένου τελευτάσαντος,
15 βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταρατῖνος καὶ τῶν ἀρχόντων Νικόμαχος, ἰδιῶται Ξεναγόρας, Εὐκλεί-
δας, Μένης, Κάρπος Δελφοί, Ξενίας Καλλίερος, Καλλίστρατος Ἀμφισσεῖς. ἁ συγγραφὰ παρ’ Εὐκλείδαν.
Search Help
Contact Us