[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | στραταγέοντος τῶν Φωκέων Καλ[λ]ικράτεος [Ἐ]λατέος μηνὸς ἕκτου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ἄρχωνος τοῦ Καλ- |
| λία μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀ[π]έδοτο Ἐπ[ιχα]ρίδας Εὐδάμου Λιλαιεύς, συνευδοκεούσας καὶ τᾶς ματρὸς αὐτοῦ | |
| Ἀριστοκρατείας, τῶι Ἀπόλ[λ]ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀσία τὸ γένος Σύραν, τιμᾶς ἀργυ- | |
| ρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Ἀσία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν | |
| 5 | εἶμεν οἰκέουσαν [ἐ]ν Λιλαίαι {αι} καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσαν ὅ κα |
| θέλη. βεβαιωτῆρες κατὰ τ[ὰ]ν συμβολάν· Διόδωρος Ἡράκωνος, Τιμοκλῆς Θρασέα Δελφοί. εἰ δέ τις | |
| ἅπτοιτο Ἀσίας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἐπι- | |
| χαρίδας καὶ οἱ βεβαιωτῆρες Διόδωρος καὶ Τιμοκλῆς· εἰ δέ κα μὴ παρέχωντι τὰν ὠνὰν βέβαιον τῶι θεῶι, | |
| πράκτιμοι ἐόντω κατὰ τὰν συμβολὰν καὶ κατοὺς νόμους, καὶ ὁμοίως κύριοι ἐόντω συλέοντες οἱ παρα- | |
| 10 | τυγχάνοντες Ἀσ[ία]ν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζ[α]μίας. μὴ οἰκησάτω δὲ Ἀσία ἔξω |
| Λιλαίας μηδὲ πολιτευσάτω ἄνευ τᾶς Ἐπιχαρίδα γνώμας· εἰ δὲ οἰκήσαι ἢ πολιτεύσαιτο, ἄκ[υρ]ος αὐτᾶς | |
| ἔστω ἁ ὠνὰ καὶ ἀτελής. ὡσα[ύτω]ς δὲ μηδὲ ἀπαλλοτριωσάτω Ἀσία [εἴ] τί κα ἐπεργάζηται ἀπὸ Ἐπιχα- | |
| ρίδα ἢ τῶν ἐπινόμων αὐτοῦ κατὰ μηδένα τρόπον· εἰ δὲ ἀπαλλοτριωοίη {δε} καθ’ ὁποῖον τρόπον, ἄκυ- | |
| ρος αὐτᾶς ἁ ὠνὰ ἔστω, καθὼς καὶ ἐπάνω γέγραπται. ἐπεὶ δέ κα τελευτάση Ἀσία, τὰ ὑπάρχον- | |
| 15 | τα αὐτᾶς πάντα ἔστων Ἐπιχαρίδα ἢ τῶν ἐπινόμων αὐτοῦ. μάρτυρες· οἱ ἄρχοντες Κλέων |
| Δαμοσθένεος, Νίκαρχος Ἐράτωνος, Ἁγίων Ἐχεφύλου, ἰδιῶται Μαντίας Δαμοχάρεος, Ἀρχέλαος | |
| Πυθοφά[ν]εος, Μαντίας Φιλαιτώλου, Δέξιππος Νικαίου Δελφοί, Καφίσων Εὐκλείδα, | |
| Στράτων Εὐάρχου Λιλαιεῖς. ἁ ὠνὰ παρὰ μὲν Φωκῆ Καφίσωνα Εὐκλείδα | |
| Λιλαιῆ, παρὰ δὲ Δελφὸν Μαντίαν Δαμοχάρεος. |