[ ] Phokis — Delphi — 170-157/6 BC
1 στραταγέοντος τῶν Φωκέων Καλ[λ]ικράτεος [Ἐ]λατέος μηνὸς ἕκτου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ἄρχωνος τοῦ Καλ-
λία μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀ[π]έδοτο Ἐπ[ιχα]ρίδας Εὐδάμου Λιλαιεύς, συνευδοκεούσας καὶ τᾶς ματρὸς αὐτοῦ
Ἀριστοκρατείας, τῶι Ἀπόλ[λ]ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀσία τὸ γένος Σύραν, τιμᾶς ἀργυ-
ρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπίστευσε Ἀσία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν
5 εἶμεν οἰκέουσαν [ἐ]ν Λιλαίαι {αι} καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσαν ὅ κα
θέλη. βεβαιωτῆρες κατὰ τ[ὰ]ν συμβολάν· Διόδωρος Ἡράκωνος, Τιμοκλῆς Θρασέα Δελφοί. εἰ δέ τις
ἅπτοιτο Ἀσίας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἐπι-
χαρίδας καὶ οἱ βεβαιωτῆρες Διόδωρος καὶ Τιμοκλῆς· εἰ δέ κα μὴ παρέχωντι τὰν ὠνὰν βέβαιον τῶι θεῶι,
πράκτιμοι ἐόντω κατὰ τὰν συμβολὰν καὶ κατοὺς νόμους, καὶ ὁμοίως κύριοι ἐόντω συλέοντες οἱ παρα-
10 τυγχάνοντες Ἀσ[ία]ν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζ[α]μίας. μὴ οἰκησάτω δὲ Ἀσία ἔξω
Λιλαίας μηδὲ πολιτευσάτω ἄνευ τᾶς Ἐπιχαρίδα γνώμας· εἰ δὲ οἰκήσαι ἢ πολιτεύσαιτο, ἄκ[υρ]ος αὐτᾶς
ἔστω ἁ ὠνὰ καὶ ἀτελής. ὡσα[ύτω]ς δὲ μηδὲ ἀπαλλοτριωσάτω Ἀσία [εἴ] τί κα ἐπεργάζηται ἀπὸ Ἐπιχα-
ρίδα ἢ τῶν ἐπινόμων αὐτοῦ κατὰ μηδένα τρόπον· εἰ δὲ ἀπαλλοτριωοίη {δε} καθ’ ὁποῖον τρόπον, ἄκυ-
ρος αὐτᾶς ἁ ὠνὰ ἔστω, καθὼς καὶ ἐπάνω γέγραπται. ἐπεὶ δέ κα τελευτάση Ἀσία, τὰ ὑπάρχον-
15 τα αὐτᾶς πάντα ἔστων Ἐπιχαρίδα ἢ τῶν ἐπινόμων αὐτοῦ. μάρτυρες· οἱ ἄρχοντες Κλέων
Δαμοσθένεος, Νίκαρχος Ἐράτωνος, Ἁγίων Ἐχεφύλου, ἰδιῶται Μαντίας Δαμοχάρεος, Ἀρχέλαος
Πυθοφά[ν]εος, Μαντίας Φιλαιτώλου, Δέξιππος Νικαίου Δελφοί, Καφίσων Εὐκλείδα,
Στράτων Εὐάρχου Λιλαιεῖς. ἁ ὠνὰ παρὰ μὲν Φωκῆ Καφίσωνα Εὐκλείδα
Λιλαιῆ, παρὰ δὲ Δελφὸν Μαντίαν Δαμοχάρεος.
Search Help
Contact Us