[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Ἀμφιστράτου μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοντο [Κα]λλίστρατος Μαντία, Θαύμιον Κλέωνος, συνεπαι-
νέοντος τοῦ υἱοῦ [Ε]ὐκλέ[ος], τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα [γ]υναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ γένος Σύραν, τιμᾶς
ἀργυρίου μνᾶν τριῶν. βε[βαι]ωτὴρ κατὰ τὸν νόμον· Ἀστύοχος Γνωσίλα. παραμεινάτω δὲ Ἀφροδισία παρὰ Καλλίστρατον
καὶ Θαύ[μ]ιον ἄχρι οὗ κα ζώω[ν]τι, ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα πάθων[τ]ι Καλλίστρατος
5 καὶ Θαύμιον, ἀποδότω Ἀφροδ[ι]σία Εὐκλεῖ ἀργυρίου μνᾶν κ[αὶ] ἐλε[υ]θέρα ἔστω, καθὼς ἐπίστευσε Ἀφροδισία τῶι θεῶι
τὰν ὠ[νάν], ἐφ’ ὧιτε ἐλευθέρα εἶμ[εν κ]αὶ ἀνέφαπτος ἀπὸ πάντω[ν]. εἰ δὲ πρότερον θέλοι Ἀφροδισία ἀπολύεσθαι ἀπὸ Καλλιστράτου
καὶ Θα[υμί]ου ζωόντων, ἀντιπρι[άσ]θω Ἀφροδισία Καλλιστράτω[ι κ]αὶ Θαυμίωι σῶμα γυν[α]ικεῖον τὰν αὐτὰν ἁλικίαν
ἔχον· εἰ δ[ὲ] μὴ ποέοι Ἀφροδισία τ[ὸ πο]τιτασσόμενον δυνατὰ ἐοῦσα [ἢ μ]ὴ παραμένοι, ἐξουσίαν ἐχόντω [Θ]αύμιον καὶ
Καλλίστρατος κολάζειν ὧι κα θ[έ]λωντι τρόπωι. ἐπεὶ δέ κα τελευτάσωντι Καλλίστρατος καὶ Θαύμιον καὶ ἀποδώη
10 Ἀφροδισία Εὐκλεῖ τὰμ μνᾶν ἢ πρότερον ἀντιπριάηται τὸ σῶμα, καὶ ἅπτηταί τις Ἀφροδισίας ἐπὶ κ[α]ταδουλισμῶι, {βε}
βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι ἢ οἱ ἐπίνομοι καὶ ὁ βεβαιωτὴρ Ἀστύοχος, καὶ ὁμοίως κύριος
ἔστω ὁ παρατυχὼ[ν] συλέων Ἀφροδισίαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπ[όδ]ικος πάσας δίκας καὶ ζαμίας.
μάρτυ{τ}ρες {²⁶μάρτυρες}²⁶· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ τῶν ἀρχόντων Τελέσαρχος, ἰδιῶται Βούλων, Μαντίας Δαμο-
χάρεος, Ἀμεινίας.
Search Help