[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἀμφιστράτου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μικκύλος Λαδίκου τῶι Ἀπόλλωνι [τ]ῶι Πυθίωι σώματα δύο |
αἷς ὀνόματα Σωκράτεια, Σοφία, καὶ τὰ ἐνδύματα π[ά]ντα, ἀργυρίου [μν]ᾶν πέντε, καὶ τὰν τιμὰν ἔχε[ι]. βεβαιωτῆρες· Εὔδοκος | |
Πραξία, Λέων Ἀρισταγόρα, κατὰ τοὺς νόμους τᾶς πόλ[ι]ος. καθὼς ἐπίστευσαν Σωκρ[ά]τεια καὶ Σοφία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι | |
ἐλευθέρας εἶμεν τὸμ πάντα χρόνον. εἰ δέ τις καταδουλίζοιτο Σωκράτ{ι}ειαν {²⁶Σωκράτειαν}²⁶ ἢ Σοφίαν, κύριος ἔστω ὁ παρεντυχὼν συλέων | |
5 | ἀνυπόδικος ὢν πάσας δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σωκράτεια παρὰ Μικκύλον ποιοῦσα ὅ κα ἐπιτάσση Μικκύλος πᾶν τὸ |
δυνατόν· εἰ δέ {․․ε} κα μὴ ποῆι, κύριος ἔστω κολάζων. ἐπεὶ δέ κα μεταλλάξη Μικκύλος ὁ Λαδίκου τὸμ βίον, ἐλευθέρα ἔστω Σωκράτεια. | |
εἰ δέ τις ἐφάπτοιτο, οἵ τε βεβαιωτῆρες βεβαιούντω καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καθὼς ἐπάνω γέγραπται. μάρτυροι· | |
ὁ ἱερεὺς το[ῦ] Ἀπόλλωνος Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἄθαμβος, Τελέσαρχος, Ἄσανδρος, ἰδιῶται Εὐαγόρας, Μελισσίων, Ξενόκριτος, | |
Ἀγησίλαος, Ἐχέφυλος. |