[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | στραταγέοντος [τῶν Φωκέων] Κ[αφι]ος Φανατέος μηνὸς τρίτου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀνδρονίκου μηνὸς |
Ποιτροπίου, ἐπὶ τ[οῖσδε ἀπέδοτο Ἀγ]αμήστωρ Τελέστα Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθ[ί]ωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Ζωπύρα τὸ γένος Θρ[ᾶισσαν, καὶ σώματ]α ἀνδρεῖα δύο οἷς ὀνόματα Ἀγαμήστωρ, Τελέστας, τὸ γένος οἰκογενεῖς, τιμᾶς ἀργυ- | |
ρίου μνᾶν ἑπτά, καθὼ[ς ἐπίστευσαν] Ζωπύρα, Ἀγαμήστωρ, Τελέστας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ | |
5 | ἀνε[φά]πτους ἀπὸ πάν[των τὸμ πάν]τα βίον, παραμείναντας ἄχρι κα ζώη Ἀγαμήστωρ. βεβαιωτὴρ κατὰ τὰν συμβολάν· |
Πολύγνωτος Πολυξέν[ου] Λιλαιεύς. μάρτυ[ρ]ες· τοὶ ἱερεῖ{ει}ς {²⁶ἱερεῖς}²⁶ Ἀμύντας, Ταραντῖνος καὶ τοὶ ἄρχοντες Καλλίμαχος, | |
Εὐαγόρας, ἰδ[ι]ῶτα[ι] Μαντί[α]ς Δαμοχάρεος, Κάλλων Λεπτίνα, Σώδαμος Ἀνδροπείθεος, Ἀστύοχος, Ὀρθαγόρας, Ξενοκράτης | |
Δελφοί, Κα[λ]λίξ[ε]νος Λιλαιεύς. ἁ ὠνὰ παρὰ Ξενοκράτη Δελφὸν καὶ παρὰ Καλλίξενον Λιλαιῆ. |