[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Πεισιθέου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο Βάκχιος Ἄγρω- |
νος, Ξεναίνα Θεοφράστου, Δρόμων Δρόμωνος, συνευδοκέοντος καὶ | |
τοῦ υἱοῦ Ἄγρωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κοράσιον ἇι | |
ὄνομα Σωφρόνα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τι- | |
5 | μὰν ἔχοντι, καθὼς ἐπίστευσε Σωφρόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευ- |
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. παραμεινάτω δὲ Σωφρόνα πα- | |
ρὰ Δρόμωνα ἕως οὗ κα ζώη Δρόμων ποιέουσα τὸ ποτιτασσόμενον καὶ δυ- | |
νατὸν πᾶν· εἰ δὲ μὴ πειθαρχέοι Σωφρόνα, κύριος ἔστω Δρόμων ἐπι- | |
τιμέων Σωφρόνα τρόπωι ὧι θέλοι ὡς ἐλευθέρα. βεβαιωτὴρ κα- | |
10 | τὰ τὸν νόμον· Ἀριστίων Ἄγωνος. μάρτυρες· οἱ ἱερεῖς Πρα- |
ξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος, | |
ἰδιῶται Καλλε[ί]δας, Τιμόκριτος. |